Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
  2. μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
  3. ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
  4. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  5. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  6. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  7. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
  8. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,