Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος
  2. ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν,
  3. δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε
  4. κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι.
  5. εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
  6. αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
  7. μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν
  8. ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος
  9. μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα
  10. γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
  11. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
  12. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
  13. Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
  14. ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
  15. ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
  16. ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  17. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  18. ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
  19. Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
  20. κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
  21. εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
  22. αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω·
  23. εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
  24. ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος.
  25. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
  26. ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
  27. ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια,
  28. μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
  29. πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·
  30. κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
  31. βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
  32. ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
  33. στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
  34. ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,