Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
  2. κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
  3. οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
  4. στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
  5. ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
  6. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
  7. μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
  8. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
  9. νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
  10. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
  11. αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  12. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
  13. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
  14. εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
  15. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  16. ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
  17. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
  18. αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
  19. οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
  20. νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
  21. Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
  22. αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
  23. ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
  24. Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
  25. τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
  26. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
  27. λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
  28. ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
  29. εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
  30. ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
  31. οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
  32. οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
  33. μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
  34. γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·