Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
  • Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
  • τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
  • αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
  • λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν.
  • ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
  • εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
  • ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς
  • οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν·
  • οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα·
  • μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
  • γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον·
  • ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος