Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
  2. αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  3. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
  4. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
  5. εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
  6. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  7. ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
  8. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
  9. αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
  10. οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
  11. νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
  12. Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
  13. αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,