Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·
  2. ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
  3. ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι,
  4. εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
  5. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  6. ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
  7. ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
  8. οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
  9. νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  10. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
  11. αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
  12. αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
  13. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  14. οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει
  15. ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ
  16. ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
  17. τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
  18. τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί.
  19. ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος,
  20. κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·
  21. ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
  22. Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς
  23. πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
  24. αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
  25. βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
  26. μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ,
  27. ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
  28. αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
  29. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν·
  30. ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
  31. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  32. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
  33. ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
  34. κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
  35. οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα,
  36. στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
  37. ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
  38. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι·
  39. μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.
  40. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
  41. νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι.
  42. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
  43. αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν,
  44. τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
  45. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
  46. εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
  47. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός·
  48. ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
  49. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας
  50. αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι
  51. οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ
  52. νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
  53. Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
  54. αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
  55. ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
  56. Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω
  57. τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.