ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖταιἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείραςπάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσιπαρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκειοἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτακαὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρεκαλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειταΠαλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·