φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖνἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφινοἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρτετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζεἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τιπείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας