πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσαςὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖταιἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείραςπάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσιπαρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκειοἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,