Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
  • φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
  • ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
  • ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν
  • οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·
  • αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
  • πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
  • εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
  • τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
  • ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
  • ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι.
  • ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
  • μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι