Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται·
  • καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
  • κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
  • χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν.
  • καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·
  • νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
  • ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
  • ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
  • ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·