Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον.
  2. καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
  3. εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
  4. ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
  5. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  6. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  7. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  8. τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
  9. Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους