Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο.
  • τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ.
  • ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
  • Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
  • ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
  • τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
  • ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
  • ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες
  • οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.