Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
  2. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  3. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  4. οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
  5. οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
  6. μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
  7. ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·
  8. μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
  9. μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς