Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
  2. ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
  3. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  4. οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.
  5. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,
  6. Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
  7. υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν