Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
  2. ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
  3. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
  4. αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
  5. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  6. ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
  7. ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·