Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
  2. ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
  3. αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
  4. ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
  5. ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
  6. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  7. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  8. βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν
  9. οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·
  10. μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
  11. ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
  12. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
  13. αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
  14. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  15. ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
  16. ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·
  17. τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
  18. ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
  19. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  20. οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.