Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
  2. ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
  3. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  4. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  5. ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
  6. ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
  7. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
  8. Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω
  9. ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
  10. ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,
  11. ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.
  12. ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι
  13. ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
  14. χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
  15. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω
  16. καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
  17. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  18. ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
  19. δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.
  20. εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,