Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
  2. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  3. ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
  4. ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
  5. τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
  6. σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
  7. δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
  8. ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
  9. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·