Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν,
  2. ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
  3. ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,
  1. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  2. ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ,
  3. ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι·
  4. Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
  5. οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
  6. σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.