ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸςχρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρχερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζαςἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·