σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσινὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντιἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃδεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνονἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες