ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσινὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντιἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃδεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.