ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρεςἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντεςτοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶαὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.