τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσινὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντιἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃδεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω·οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνονἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντεςἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸςχρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρχερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,