Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,
  • εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.
  • πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
  • νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·
  • ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,
  • ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
  • οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
  • ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·
  • τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
  • Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
  • ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
  • τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
  • ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,
  • καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·
  • τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
  • πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
  • εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
  • θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  • εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·
  • ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·
  • ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
  • κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·
  • ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
  • ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες
  • τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  • τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·
  • ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο,
  • ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
  • αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.