Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
  2. δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
  3. πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
  4. δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
  5. οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
  6. τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
  7. ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
  8. ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
  9. εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
  10. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  11. οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
  12. ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
  13. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
  14. οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
  15. σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
  16. ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
  17. οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
  18. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  19. κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
  20. πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.
  21. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  22. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  23. ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
  24. πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
  25. ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν
  26. ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
  27. νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
  28. εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
  29. πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
  30. ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,
  31. ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
  32. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  33. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  34. Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ
  35. θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·
  36. ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
  37. κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα
  38. ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
  39. ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
  40. λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
  41. ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
  42. ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
  43. τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
  44. οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
  45. θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
  46. τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.
  47. αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,