Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
  2. Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
  3. τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
  4. φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.
  5. ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
  6. μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.
  7. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  8. οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,
  9. ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.
  10. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
  11. καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·
  12. ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
  13. ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ
  14. εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
  15. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
  16. ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.
  17. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  18. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  19. ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
  20. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
  21. λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα
  22. νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
  23. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
  24. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  25. ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
  26. ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  27. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
  28. ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
  29. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  30. δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
  31. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  32. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  33. ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
  34. αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·
  35. κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
  36. ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
  37. πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
  38. ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον
  39. ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
  40. πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
  41. καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο
  42. ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
  43. καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
  44. εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
  45. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
  46. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  47. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων