Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
  • παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
  • οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
  • ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
  • δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
  • εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
  • ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
  • μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
  • ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
  • ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  • ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει
  • ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  • ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
  • νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
  • ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
  • αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
  • νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
  • αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  • ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
  • ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω