Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  2. οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
  3. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
  4. αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
  5. λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
  6. ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
  7. ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
  8. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  9. Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
  10. νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.
  11. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
  12. ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
  13. καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
  14. τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
  15. ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
  16. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  17. ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
  18. ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
  19. τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
  20. σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα