Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
  2. καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  3. σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
  4. πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
  5. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  6. οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
  7. ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
  8. ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.