Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,
  2. μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
  3. ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
  4. ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,
  5. ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
  6. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  7. στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
  8. νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,