Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
  2. ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
  3. ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
  4. τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
  5. κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
  6. ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
  7. ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
  8. ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
  9. ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  10. οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
  11. οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
  12. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  13. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
  14. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
  15. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
  16. ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
  17. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  18. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  19. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  20. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.