Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
  2. ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
  3. στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
  4. χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
  5. εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
  6. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  7. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  8. καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
  9. πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
  10. νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
  11. εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
  12. ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
  13. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  14. αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
  15. ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
  16. ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
  17. δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
  18. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  19. τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
  20. φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,