Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
  2. τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
  3. οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
  4. ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
  5. στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
  6. χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
  7. εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
  8. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  9. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  10. καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
  11. πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
  12. νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
  13. εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
  14. ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
  15. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  16. αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
  17. ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
  18. ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
  19. δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
  20. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  21. τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
  22. φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  23. ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
  24. ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
  25. ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
  26. τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
  27. κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
  28. ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
  29. ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
  30. ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
  31. ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  32. οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
  33. οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
  34. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  35. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
  36. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
  37. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
  38. ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
  39. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  40. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  41. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  42. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  43. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  44. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  45. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  46. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  47. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
  48. αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
  49. καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
  50. Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
  51. μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι
  52. ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
  53. ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
  54. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,
  55. μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
  56. ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
  57. ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,
  58. ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
  59. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  60. στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
  61. νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
  62. ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
  63. καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  64. σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
  65. πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
  66. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  67. οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
  68. ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
  69. ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
  70. ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
  71. ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
  72. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
  73. ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,
  74. αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
  75. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  76. αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  77. ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ
  78. νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
  79. τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
  80. μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
  81. ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
  82. ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
  83. δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
  84. Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
  85. ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
  86. εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
  87. δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων
  88. εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
  89. τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
  90. ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
  91. ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
  92. ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
  93. ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
  94. Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
  95. ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
  96. ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
  97. γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
  98. Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
  99. αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
  100. ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων
  101. παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,
  102. ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
  103. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
  104. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
  105. ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
  106. κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
  107. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
  108. θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
  109. ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
  110. ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
  111. τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,
  112. ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν
  113. σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
  114. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  115. ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  116. λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
  117. σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
  118. εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·
  119. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  120. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  121. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  122. ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
  123. εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
  124. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν