Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  2. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  3. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
  4. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  5. πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
  6. οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
  7. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  8. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  9. δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς