Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
  2. κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
  3. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  4. ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
  5. καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
  6. δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
  7. τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
  8. ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
  9. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα