Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
  2. δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
  3. τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
  4. βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
  5. ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
  6. ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
  7. τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
  8. ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
  9. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
  10. καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
  11. ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
  12. ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  13. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  14. καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
  15. οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
  16. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  17. ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
  18. ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
  19. φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
  20. εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
  21. Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  22. εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.
  23. τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
  24. ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  25. ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
  26. ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
  27. ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
  28. ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
  29. ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
  30. ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
  31. καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
  32. ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
  33. αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
  34. εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
  35. τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
  36. ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
  37. ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ
  38. κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
  39. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
  40. πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
  41. ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
  42. οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
  43. οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
  44. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
  45. ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
  46. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
  47. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
  48. αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·