Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
  2. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  3. ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
  4. κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
  5. ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
  6. ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
  7. αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
  8. ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
  9. πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
  10. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
  11. γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
  12. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
  13. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  14. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  15. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
  16. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
  17. οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
  18. ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
  19. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  20. ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
  21. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
  22. πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
  23. μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
  24. ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
  25. ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
  26. ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
  27. Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
  28. νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,
  29. Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
  30. καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
  31. πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
  32. τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
  33. ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  34. ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
  35. οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
  36. νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
  37. ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
  38. ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
  39. ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
  40. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  41. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  42. ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
  43. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  44. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  45. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  46. τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
  47. εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
  48. ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,