Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ.
  2. σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
  3. αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
  4. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
  5. πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
  6. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  7. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  8. σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον
  9. σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
  10. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς
  11. πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
  12. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  13. εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων
  14. ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
  15. κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
  16. εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
  17. ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι
  18. καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε,
  19. καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον.
  20. ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
  21. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
  22. ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
  23. ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
  24. τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
  25. ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
  26. ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
  27. ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
  28. κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
  29. πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη,
  30. ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
  31. ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
  32. εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
  33. αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
  34. ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
  35. ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
  36. ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει,
  37. καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
  38. ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε·
  39. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  40. οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
  41. δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων
  42. οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται.
  43. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ,
  44. οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
  45. φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
  46. σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
  47. ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
  48. κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
  49. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
  50. εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
  51. εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
  52. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
  53. καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
  54. βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου
  55. κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
  56. ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
  57. δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
  58. ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
  59. νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα.
  60. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  61. ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
  62. οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
  63. τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
  64. ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
  65. νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
  66. οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
  67. ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ.
  68. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  69. αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
  70. πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
  71. ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς
  72. εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν.
  73. ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
  74. πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς,
  75. ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
  76. ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν
  77. ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ
  78. ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
  79. ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς,
  80. ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
  81. πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις,
  82. ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν,
  83. ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
  84. εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
  85. βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
  86. πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ.
  1. ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
  2. ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
  3. νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
  4. εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
  5. εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
  6. ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ·
  7. Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ
  8. νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
  9. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
  10. Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι,
  11. κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν
  12. οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι
  13. κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
  14. ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
  15. πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
  16. ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
  17. Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας
  18. μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
  19. μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
  20. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
  21. κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
  22. παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
  23. οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
  24. ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
  25. δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
  26. εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
  27. ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
  28. μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
  29. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
  30. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  31. ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει
  32. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  33. ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
  34. νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν
  35. ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
  36. αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
  37. νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
  38. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  39. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
  40. ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω
  41. ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
  42. οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
  43. ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
  44. αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
  45. λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
  46. ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
  47. ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
  48. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  49. Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
  50. νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.
  51. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
  52. ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
  53. καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
  54. τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
  55. ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
  56. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
  57. ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
  58. ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
  59. τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
  60. σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
  61. δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
  62. ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
  63. Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
  64. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  65. ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
  66. ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
  67. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
  68. Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω
  69. ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
  70. ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν,
  71. ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.
  72. ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι
  73. ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
  74. χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
  75. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω
  76. καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
  77. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  78. ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
  79. δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν.
  80. εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος,
  81. ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
  82. ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας
  83. αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
  84. ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
  85. ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
  86. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  87. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  88. βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν
  89. οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν·
  90. μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
  91. ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
  92. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
  93. αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
  94. δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
  95. ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
  96. ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ·
  97. τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
  98. ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
  99. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,
  100. οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.
  101. ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο,
  102. Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
  103. υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν
  104. ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
  105. ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
  106. τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
  107. ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
  108. ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.
  109. βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
  110. Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος·
  111. Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
  112. ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
  113. δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
  114. δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
  115. δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ
  116. ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται,
  117. ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως,
  118. Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε
  119. κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι.
  120. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
  121. ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν
  122. θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
  123. ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
  124. πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  125. δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
  126. μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
  127. σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ
  128. κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
  129. οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
  130. ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων.
  131. καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
  132. δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ·
  133. τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
  134. ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
  135. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
  136. καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
  137. νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
  138. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα·
  139. εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων·
  140. πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
  141. οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο.
  142. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  143. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  144. δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
  145. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  146. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
  147. τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
  148. οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
  149. ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
  150. στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
  151. χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
  152. εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
  153. ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
  154. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  155. καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
  156. πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς
  157. νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ,
  158. εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
  159. ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
  160. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
  161. αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
  162. ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο
  163. ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
  164. δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες
  165. γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
  166. τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
  167. φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  168. ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
  169. ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος,
  170. ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
  171. τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
  172. κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
  173. ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
  174. ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ
  175. ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
  176. ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  177. οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη
  178. οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
  179. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  180. οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
  181. τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
  182. ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα
  183. ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
  184. οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
  185. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  186. ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
  187. υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
  188. ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
  189. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  190. ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
  191. ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
  192. μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
  193. αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
  194. καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
  195. Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
  196. μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι
  197. ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
  198. ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
  199. μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ,
  200. μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
  201. ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
  202. ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ,
  203. ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
  204. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
  205. στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
  206. νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
  207. ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
  208. καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
  209. σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
  210. πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
  211. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
  212. οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
  213. ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
  214. ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης.
  215. ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
  216. ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
  217. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
  218. ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ,
  219. αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
  220. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
  221. αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
  222. ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ
  223. νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
  224. τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
  225. μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
  226. ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
  227. ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
  228. δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
  229. Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
  230. ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
  231. εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
  232. δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων
  233. εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
  234. τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
  235. ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
  236. ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
  237. ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
  238. ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον,
  239. Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
  240. ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
  241. ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
  242. γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
  243. Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
  244. αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
  245. ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων
  246. παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν,
  247. ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
  248. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
  249. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
  250. ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
  251. κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη·
  252. αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
  253. θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
  254. ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
  255. ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
  256. τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,
  257. ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν
  258. σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
  259. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  260. ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
  261. λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
  262. σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
  263. εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·
  264. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  265. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  266. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  267. ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
  268. εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
  269. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
  270. ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
  271. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
  272. οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
  273. ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
  274. Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
  275. τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
  276. φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.
  277. ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
  278. μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω.
  279. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  280. οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,
  281. ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.
  282. ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
  283. καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·
  284. ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
  285. ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ
  286. εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν.
  287. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
  288. ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο.
  289. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
  290. στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
  291. ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
  292. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
  293. λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα
  294. νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
  295. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
  296. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
  297. ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
  298. ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
  299. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
  300. ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
  301. τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
  302. δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
  303. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
  304. τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
  305. ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
  306. αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε·
  307. κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·
  308. ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
  309. πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
  310. ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον
  311. ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
  312. πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
  313. καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο
  314. ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
  315. καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
  316. εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες.
  317. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν.
  318. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
  319. Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
  320. ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
  321. δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
  322. πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
  323. δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
  324. οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
  325. τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·
  326. ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
  327. ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι.
  328. εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
  329. τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
  330. οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
  331. ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
  332. αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
  333. οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι
  334. σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν.
  335. ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
  336. οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
  337. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
  338. κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
  339. πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει.
  340. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
  341. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  342. ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
  343. πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·
  344. ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν
  345. ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
  346. νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
  347. εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
  348. πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
  349. ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο,
  350. ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
  351. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  352. τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
  353. Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ
  354. θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν·
  355. ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
  356. κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα
  357. ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
  358. ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
  359. λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
  360. ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
  361. ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
  362. τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
  363. οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
  364. θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·
  365. τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα.
  366. αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω,
  367. τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο,
  368. αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη
  369. καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα
  370. ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον.
  371. νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ
  372. ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω·
  373. τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
  374. ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
  375. οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
  376. ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν
  377. ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
  378. καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
  379. ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
  380. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  381. ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
  382. πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
  383. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
  384. ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
  385. ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
  386. ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν
  387. ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν
  388. τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
  389. τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·
  390. ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
  391. σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
  392. ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,
  393. ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή,
  394. πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.
  395. τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
  396. εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι
  397. δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
  398. νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
  399. κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
  400. μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
  401. ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ.
  402. τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
  403. νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
  404. Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
  405. οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν,
  406. εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.
  407. πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
  408. νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·
  409. ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων,
  410. ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
  411. οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
  412. ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·
  413. τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
  414. Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
  415. ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
  416. τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
  417. ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ,
  418. καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·
  419. τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
  420. πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
  421. εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
  422. θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν.
  423. εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι·
  424. ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·
  425. ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
  426. κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·
  427. ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες