Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,
  2. φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
  3. οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
  4. μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες·
  5. ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
  6. πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
  7. ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
  8. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  9. ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
  10. φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
  11. εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
  12. ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς·
  13. πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
  14. οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
  15. αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
  16. καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
  17. σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις.
  18. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  19. καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
  20. ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω
  21. αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
  22. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  23. ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι·
  24. κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  25. ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
  26. ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
  27. κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε,
  28. ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
  29. σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
  30. αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
  31. ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
  32. παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
  33. δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται
  34. πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
  35. ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
  36. πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
  37. ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
  38. ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
  39. Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ·
  40. ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
  41. ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης.
  42. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  43. τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
  44. ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
  45. πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
  46. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη·
  47. μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
  48. αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
  49. κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος
  50. ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται.
  51. ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
  52. ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι·
  53. ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
  54. ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
  55. ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη.
  56. κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
  57. ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
  58. πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
  59. κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε·
  60. ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
  61. ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ·
  62. ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο,
  63. ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
  64. πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
  65. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
  66. ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος.
  1. αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
  2. χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη
  3. πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
  4. κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
  5. τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ
  6. ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
  7. καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
  8. αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
  9. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
  10. ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
  11. σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
  12. πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
  13. ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
  14. πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
  15. πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
  16. θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
  17. πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
  18. ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
  19. αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
  20. οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
  21. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
  22. τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
  23. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
  24. τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
  25. ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
  26. οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
  27. σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
  28. ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
  29. ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
  30. οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
  31. ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
  32. ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
  33. ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
  34. ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
  35. τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
  36. πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
  37. ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
  38. ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
  39. καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
  40. ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
  41. ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
  42. ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
  43. πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
  44. εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
  45. ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
  46. σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
  47. εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης.
  48. ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός,
  49. εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας,
  50. ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
  51. αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς
  52. ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  53. Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
  54. ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
  55. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  56. ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι,
  57. ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
  58. ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε
  59. γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν
  60. αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες
  61. οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
  62. ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
  63. οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
  64. οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
  65. ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ,
  66. ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
  67. τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα·
  68. ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
  69. πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε·
  70. καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
  71. Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
  72. ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
  73. βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
  74. ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
  75. εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
  76. ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ
  77. θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
  78. ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
  79. αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
  80. ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
  81. χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
  82. οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν.
  83. οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
  84. ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
  85. καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης
  86. ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
  87. πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
  88. καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
  89. οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν,
  90. κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως
  91. μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι
  92. κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
  93. ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
  94. οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω·
  95. οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
  96. ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση
  97. ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης
  98. οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
  99. ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
  100. δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
  101. τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν
  102. βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
  103. ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα
  104. ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
  105. τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ,
  106. ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
  107. αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
  108. καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
  109. ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον
  110. ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
  111. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  112. καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
  113. οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
  114. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  115. ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
  116. ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
  117. φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
  118. εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
  119. Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
  120. εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην.
  121. τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
  122. ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
  123. ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
  124. ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
  125. ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
  126. ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
  127. ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
  128. ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
  129. καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
  130. ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
  131. αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
  132. εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
  133. τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ
  134. ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
  135. ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ
  136. κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
  137. ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω
  138. πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον
  139. ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω,
  140. οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
  141. οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί.
  142. οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
  143. ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
  144. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
  145. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
  146. αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
  147. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
  148. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  149. ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
  150. κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
  151. ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
  152. ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
  153. αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
  154. ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
  155. πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
  156. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
  157. γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
  158. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
  159. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  160. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  161. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
  162. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
  163. οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
  164. ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
  165. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  166. ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
  167. οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
  168. πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
  169. μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
  170. ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
  171. ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
  172. ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια
  173. Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
  174. νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς,
  175. Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
  176. καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
  177. πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
  178. τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
  179. ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  180. ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
  181. οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
  182. νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
  183. ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
  184. ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
  185. ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες
  186. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
  187. τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
  188. ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
  189. ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
  190. οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι.
  191. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  192. τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω.
  193. εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
  194. ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
  195. δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν·
  196. ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
  197. οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
  198. ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
  199. ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
  200. ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
  201. υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο
  202. γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ
  203. παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
  204. Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
  205. ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
  206. ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
  207. ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
  208. εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
  209. παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
  210. αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
  211. ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
  212. εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
  213. οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν
  214. ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
  215. γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
  216. ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
  217. καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
  218. ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
  219. οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
  220. ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
  221. ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
  222. τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
  223. οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
  224. ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
  225. καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
  226. λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
  227. αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
  228. ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
  229. πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
  230. εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
  231. ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
  232. τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω
  233. λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
  234. δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
  235. ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  236. ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,
  237. δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
  238. νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
  239. ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.
  240. ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
  241. τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
  242. οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.
  243. αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
  244. μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
  245. κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
  246. Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
  247. νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
  248. ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.
  249. ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
  250. δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
  251. θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
  252. ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
  253. ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
  254. ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
  255. νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι
  256. ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.
  257. πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
  258. στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
  259. ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
  260. αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
  261. ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
  262. οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
  263. αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
  264. πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
  265. αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.
  266. οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν
  267. ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
  268. χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
  269. φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
  270. μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
  271. ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
  272. τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
  273. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
  274. ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
  275. αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—
  276. αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
  277. καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·
  278. αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
  279. καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,
  280. ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
  281. ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
  282. ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—
  283. ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν
  284. ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
  285. ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα
  286. χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
  287. ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
  288. δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
  289. τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
  290. ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα
  291. Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
  292. ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
  293. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
  294. ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
  295. ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
  296. ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
  297. κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
  298. τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
  299. ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
  300. μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.
  301. ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
  302. φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,
  303. δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
  304. νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
  305. Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
  306. ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
  307. ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.
  308. οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
  309. κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.
  310. αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
  311. ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
  312. ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
  313. τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
  314. ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
  315. γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
  316. ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
  317. ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
  318. αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
  319. χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·
  320. ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
  321. ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
  322. ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,
  323. καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,
  324. χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
  325. καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
  326. τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  327. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  328. ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  329. ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
  330. ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
  331. ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  332. νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  333. οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  334. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  335. ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  336. ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
  337. ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
  338. ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
  339. ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
  340. αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
  341. ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,
  342. ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
  343. ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
  344. ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
  345. ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
  346. ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
  347. ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
  348. αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
  349. ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
  350. ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
  351. στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
  352. νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
  353. ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
  354. κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
  355. φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
  356. μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
  357. νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ
  358. ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
  359. ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
  360. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  361. ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
  362. ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
  363. ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
  364. εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
  365. μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς
  366. νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
  367. πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
  368. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
  369. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  370. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
  371. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
  372. αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
  373. ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
  374. ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
  375. ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
  376. ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
  377. ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
  378. ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
  379. ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
  380. ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
  381. ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
  382. φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
  383. νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
  384. καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
  385. πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
  386. καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
  387. μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
  388. οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
  389. ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
  390. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  391. ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
  392. οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
  393. ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
  394. μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
  395. εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
  396. ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
  397. Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
  398. εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
  399. δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
  400. ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
  401. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
  402. ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
  403. εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
  404. ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
  405. αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
  406. πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
  407. νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
  408. εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
  409. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  410. ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
  411. τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
  412. κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
  413. αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
  414. ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
  415. τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
  416. δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
  417. ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
  418. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
  419. οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
  420. τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
  421. λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  422. ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
  423. ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
  424. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  425. κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
  426. τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
  427. αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
  428. πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
  429. καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
  430. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  431. ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
  432. βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
  433. ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
  434. καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
  435. τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
  436. θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
  437. νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
  438. ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
  439. καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  440. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  441. ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
  442. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  443. ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
  444. οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
  445. ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.
  446. ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
  447. σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ