Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
  2. τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ
  3. ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
  4. καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
  5. αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
  6. νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
  7. ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
  8. σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
  9. πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
  10. ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
  11. πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
  12. πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,