Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον,
  2. πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
  3. ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
  4. αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
  5. οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
  6. πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
  7. τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
  8. αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
  9. τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
  10. ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν,
  11. οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
  12. σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,