Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
  2. τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
  3. τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
  4. ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
  5. ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον
  6. ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
  7. ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
  8. νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
  9. οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
  10. ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
  11. ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
  12. ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
  13. ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
  14. ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
  15. ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
  16. αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
  17. ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν,
  18. ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
  19. ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
  20. ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
  21. ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
  22. ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
  23. ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
  24. αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
  25. ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
  26. ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
  27. στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι
  28. νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
  29. ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
  30. κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
  31. φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
  32. μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
  33. νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ
  34. ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
  35. ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
  36. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  37. ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
  38. ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
  39. ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
  40. εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
  41. μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς
  42. νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
  43. πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
  44. ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
  45. τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
  46. ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
  47. νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
  48. αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
  49. ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
  50. ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
  51. ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
  52. ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
  53. ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
  54. ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
  55. ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
  56. ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
  57. ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
  58. φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι
  59. νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
  60. καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
  61. πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
  62. καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
  63. μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
  64. οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω,
  65. ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
  66. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
  67. ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
  68. οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
  69. ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε
  70. μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
  71. εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
  72. ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
  73. Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
  74. εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
  75. δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
  76. ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
  77. τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
  78. ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε
  79. εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα,
  80. ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
  81. αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην·
  82. πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
  83. νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
  84. εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
  85. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  86. ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
  87. τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
  88. κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
  89. αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
  90. ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
  91. τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν
  92. δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων·
  93. ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
  94. ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
  95. οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
  96. τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης
  97. λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν·
  98. ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
  99. ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
  100. νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
  101. κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
  102. τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν·
  103. αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης,
  104. πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
  105. καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
  106. μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν,
  107. ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
  108. βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
  109. ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
  110. καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
  111. τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
  112. θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ·
  113. νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
  114. ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
  115. καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
  116. αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
  117. ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις.
  118. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
  119. ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
  120. οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει,
  121. ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα.