τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθαΦοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντοἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιοψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλληφαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα,δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίωννηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες.οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαινανκύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον.αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιοἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃγαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδωνἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼναἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκεξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς,χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖοἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμονἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦςἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.