οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσινκουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειταΑἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχονθεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείηςἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοινηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοιἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺςπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφινἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππωνχαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνοςφύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλημεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημαποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖναὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο—αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκακαὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππωνκαὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν,ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνινξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειραχρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,