δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆανήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχοςἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις.ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημενοἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς.αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσινκουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειταΑἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός.ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροιδαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχονθεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείηςἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοινηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοιἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον.πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρουςαὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺςπόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή.οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφινἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππωνχαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνοςφύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλημεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.