Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
  • Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
  • ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
  • ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
  • ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
  • εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο
  • παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
  • αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν.
  • ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
  • εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
  • οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν
  • ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα
  • γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
  • ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη
  • καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
  • ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
  • οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
  • ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
  • ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
  • τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
  • οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
  • ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
  • καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
  • λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
  • αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
  • ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
  • πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
  • εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
  • ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
  • τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω
  • λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
  • δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
  • ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
  • ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε,