Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
  2. ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
  3. γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
  4. ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
  5. ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
  6. ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
  7. τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς.
  8. τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο,
  9. οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
  10. ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
  11. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·