Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
  2. τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν
  3. αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ·
  4. ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
  5. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
  6. ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα
  7. κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
  8. ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
  9. ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
  10. αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται·
  11. ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·